Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.91 Dem. 23.96 (English) >>Dem. 23.98

23.94ἔτι τοίνυν οὐδʼ ἁπλοῦν τοῦθʼ οὕτως ἐστίν, ὥς τις οἴεται. εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο· νῦν δʼ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμʼ ὑμῖν. τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκʼ ἂν τοῦτʼ ἀποπεφευγός; τίς δʼ οὐκ ἐπιψηφιεῖ; τίς δὲ γράψεται; οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτʼ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλʼ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε.

23.95οὐ τοίνυν οὐδʼ ἐκεῖνό μʼ, ἄνδρες Ἀθηναῖοι, λέληθεν, ὅτι ἁπλῆν μὲν οὐδὲ δικαίαν οὐδʼ ἡντινοῦν ἀπολογίαν Ἀριστοκράτης ἕξει λέγειν, παραγωγὰς δέ τινας τοιαύτας ἐρεῖ, ὡς ἄρα πολλὰ τοιαῦτʼ ἤδη γέγονε ψηφίσματα πολλοῖς. ἔστι δʼ οὐδέν, ἄνδρες Ἀθηναῖοι, τοῦτο σημεῖον τοῦ τοῦτον ἔννομʼ εἰρηκέναι· πολλαὶ γὰρ προφάσεις εἰσὶν διʼ ἃς πολλάκις ὑμεῖς ἐξηπάτησθε. 23.96οἷον εἴ τι τῶν ἑαλωκότων ψηφισμάτων παρʼ ὑμῖν μὴ ἐγράφη, κύριον ἂν δήπουθεν ἦν· καὶ μὴν παρὰ τοὺς νόμους γʼ ἂν εἴρητο. καὶ εἴ τί γε γραφὲν καθυφέντων τῶν κατηγόρων μὴ δυνηθέντων μηδὲν διδάξαι ἀπέφυγεν, καὶ τοῦτʼ οὐδὲν κωλύει παράνομον εἶναι. οὐκ ἄρʼ εὐορκοῦσιν οἱ δικάσαντες αὐτό; ναί. πῶς; ἐγὼ διδάξω. γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν, δὲ τῆς γνώμης δόξα ἀφʼ ὧν ἂν ἀκούσωσι παρίσταται· ὅτε τοίνυν κατὰ ταύτην ἔθεντο τὴν ψῆφον, εὐσεβοῦσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.91 Dem. 23.96 (English) >>Dem. 23.98

Powered by PhiloLogic